Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.375 Joseph. AJ 15.380 (English) >>Joseph. AJ 15.385

15.378Μανάημος δὲ τὸ μὲν σύμπαν οὐκ εἶπεν· ὡς δὲ σιωπῶντος αὐτοῦ, μόνον εἰ δέκα γενήσονται βασιλείας ἐνιαυτοὶ προσεπύθετο καὶ εἴκοσι καὶ τριάκοντα εἰπὼν τὸν ὅρον οὐκ ἐπέθηκε τῷ τέλει τῆς προθεσμίας, Ἡρώδης δὲ καὶ τούτοις ἀρκεσθεὶς τόν τε Μανάημον ἀφῆκεν δεξιωσάμενος καὶ πάντας ἀπʼ ἐκείνου τοὺς Ἐσσηνοὺς τιμῶν διετέλει. 15.379ταῦτα μὲν οὖν εἰ καὶ παράδοξα δηλῶσαι τοῖς ἐντυγχάνουσιν ἠξιώσαμεν καὶ περὶ τῶν παρʼ ἡμῖν ἐμφῆναι, διότι πολλοὶ διὰ τοιούτων ὑπὸ καλοκαγαθίας καὶ τῆς τῶν θείων ἐμπειρίας ἀξιοῦνται. 15.380

Τότε δʼ οὖν ὀκτωκαιδεκάτου τῆς Ἡρώδου βασιλείας γεγονότος ἐνιαυτοῦ μετὰ τὰς προειρημένας πράξεις ἔργον οὐ τὸ τυχὸν ἐπεβάλετο, τὸν νεὼν τοῦ θεοῦ διʼ αὐτοῦ κατασκευάσασθαι μείζω τε τὸν περίβολον καὶ πρὸς ὕψος ἀξιοπρεπέστερον ἐγείρειν, ἡγούμενος ἁπάντων αὐτῷ τῶν πεπραγμένων περισημότερον, ὥσπερ ἦν, ἐκτελεσθήσεσθαι τοῦτο καὶ πρὸς αἰώνιον μνήμην ἀρκέσειν. 15.381οὐχ ἕτοιμον δὲ τὸ πλῆθος ἐπιστάμενος οὐδὲ ῥᾴδιον ἔσεσθαι πρὸς τὸ μέγεθος τῆς ἐπιχειρήσεως ἠξίου λόγῳ προκαταστησάμενος ἐγχειρῆσαι τῷ παντί, καὶ συγκαλέσας αὐτοὺς ἔλεγε τοιάδε· 15.382τὰ μὲν ἄλλα μοι τῶν κατὰ τὴν βασιλείαν πεπραγμένων, ἄνδρες ὁμόφυλοι, περισσὸν ὑπολαμβάνω λέγειν. καίτοι τοῦτον ἐγένετο τὸν τρόπον, ὡς ἐλάττω μὲν ἐμοὶ τὸν ἀπʼ αὐτῶν κόσμον, πλείω δὲ ὑμῖν τὴν ἀσφάλειαν φέρειν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.375 Joseph. AJ 15.380 (English) >>Joseph. AJ 15.385

Powered by PhiloLogic